Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.30 Joseph. AJ 10.34 (English) >>Joseph. AJ 10.37

10.32Ἡσαΐου δὲ τοῦ προφήτου πρὸς αὐτὸν ἀφικομένου καὶ πυνθανομένου πόθεν εἶεν οἱ παρόντες, ἐκ Βαβυλῶνος ἔλεγε παρὰ τοῦ θεοῦ ἐλθεῖν αὐτούς· ἐπιδεῖξαι δὲ πάντʼ αὐτοῖς, ὅπως ἰδόντες τὸν πλοῦτον καὶ τὴν δύναμιν ἐκ τούτου στοχαζόμενοι σημαίνειν ἔχωσι τῷ βασιλεῖ. 10.33 δὲ προφήτης ὑποτυχώνἴσθι, φησίν, οὐ μετʼ ὀλίγον χρόνον εἰς Βαβυλῶνά σου τοῦτον μετατεθησόμενον τὸν πλοῦτον καὶ τοὺς ἐκγόνους εὐνουχισθησομένους καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίῳ δουλεύσοντας βασιλεῖ· ταῦτα γὰρ προλέγειν τὸν θεόν. 10.34 δʼ Ἐζεκίας λυπηθεὶς ἐπὶ τοῖς εἰρημένοις ἔφη μὲν οὐκ ἂν βούλεσθαι τοιαύταις συμφοραῖς τὸ ἔθνος αὐτοῦ περιπεσεῖν, ἐπεὶ δʼ οὐκ εἶναι δυνατὸν τὰ τῷ θεῷ δεδογμένα μεταβαλεῖν, ηὔχετο μέχρι τῆς αὐτοῦ ζωῆς εἰρήνην ὑπάρξαι. μνημονεύει δὲ τοῦ τῶν Βαβυλωνίων βασιλέως Βαλαδᾶ Βηρωσός. 10.35ὢν δʼ οὗτος προφήτης θεῖος ὁμολογουμένως καὶ θαυμάσιος τὴν ἀλήθειαν, πεποιθὼς τῷ μηδὲν ὅλως ψευδὲς εἰπεῖν ἅπανθʼ ὅσα προεφήτευσεν ἐγγράψας βίβλοις κατέλιπεν ἐκ τοῦ τέλους γνωρισθησόμενα τοῖς αὖθις ἀνθρώποις. καὶ οὐχ οὗτος μόνος προφήτης, ἀλλὰ καὶ ἄλλοι δώδεκα τὸν ἀριθμὸν τὸ αὐτὸ ἐποίησαν, καὶ πᾶν εἴ τι φαῦλον γίνεται παρʼ ἡμῖν κατὰ τὴν ἐκείνων ἀποβαίνει προφητείαν. ἀλλὰ τούτων μὲν αὖθις ἐξαγγελοῦμεν ἕκαστον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.30 Joseph. AJ 10.34 (English) >>Joseph. AJ 10.37

Powered by PhiloLogic